Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.221 Joseph. AJ 9.225 (English) >>Joseph. AJ 9.229

9.223ὤλισθε δὲ ὑπʼ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς κἀκεῖνον τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν ἤγαγεν. ἐνστάσης δʼ ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος θυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. 9.224τοῦ δʼ ἀρχιερέως Ἀζαρία ὄντων σὺν αὐτῷ ἱερέων ὀγδοήκοντα κωλύοντος αὐτόν, οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δʼ ἐφεῖσθαι τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους, καταβοώντων δʼ ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι. 9.225μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν μέγας καὶ διαστάντος τοῦ ναοῦ φέγγος ἡλίου λαμπρὸν ἐξέλαμψε καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραγῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς. 9.226ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς πόλεως ὡς ἐναγῆ. δʼ ὑπʼ αἰσχύνης τε τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτʼ αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῶν διὰ τοῦτο εἰς τὸν θεὸν ἀσεβημάτων ταλαίπωρον οὕτως καὶ οἰκτρὰν ὑπομείνας δίκην.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.221 Joseph. AJ 9.225 (English) >>Joseph. AJ 9.229

Powered by PhiloLogic